Artboard-66
Slide background
Slide background

Τῷ καιρῷ ἐκείνω, παράγων ὁ Ἰησοῦς, εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. Καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;
Ὁ δὲ ᾿Ιησοῦς ἀκούσας εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες.
Πορευθέντες δὲ μάθετε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν. Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

Ἀπόδοση στη νεοελληνική:

Τόν καιρό ἐκεῖνο, ἐνῷ προχωροῦσε ὁ Ἰησοῦς, εἶδε ἕναν ἄνθρωπον νὰ κάθεται εἰς τὸ τελωνεῖον, ὁ ὁποῖος ὠνομάζετο Ματθαῖος, καὶ τοῦ λέγει, «Ἀκολούθησέ με». Καὶ ἐκεῖνος ἐσηκώθηκε καὶ τὸν ἀκολούθησε.
Καὶ ἐνῷ αὐτὸς ἐκαθότανε εἰς τὸ τραπέζι εἰς τὸ σπίτι, ἦλθαν πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ καὶ ἔτρωγαν μαζὶ μὲ τὸν Ἰησοῦν καὶ τοὺς μαθητάς του. Καὶ ὅταν εἶδαν αὐτὸ οἱ Φαρισαῖοι, ἔλεγαν εἰς τοὺς μαθητάς του, «Γιατὶ ὁ διδάσκαλός σας τρώγει μαζί μὲ τοὺς τελώνας καὶ τοὺς ἁμαρτωλούς;».
Ὅταν τὸ ἄκουσε ὁ Ἰησοῦς, εἶπε, «Δὲν ἔχουν ἀνάγκην ἀπὸ ἰατρὸν οἱ ὑγιεῖς ἀλλὰ οἱ ἀσθενεῖς.
Πηγαίνετε νὰ μάθετε τὶ σημαίνει, Ἀγάπην θέλω καὶ ὄχι θυσίαν. Διότι δὲν ἦλθα νὰ καλέσω εἰς μετάνοιαν δικαίους ἀλλὰ ἁμαρτωλούς».

Image
© Copyright 2023 Αρχιμανδρίτης Ιάκωβος Κανάκης Back To Top