Τῷ καιρῷ εκείνω, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας; Καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; πόθεν οὖν τούτῳ ταῦτα πάντα; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
Καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.
Ἀπόδοση στη νεοελληνική:
Τον καιρό εκείνο, ἦλθε ὁ Ἰησοῦς εἰς τὴν πατρίδα του καί ἐδίδασκε εἰς τὴν συναγωγή τους κατὰ τέτοιον τρόπον, ὥστε νὰ ἐκπλήσσωνται καὶ νὰ λέγουν, «Ἀπὸ ποῦ τοῦ ἦλθε αὐτὴ ἡ σοφία καὶ αἱ θαυματουργικαὶ δυνάμεις;» Δὲν εἶναι αὐτὸς ὁ υἱὸς τοῦ ξυλουργοῦ; Δὲν ὀνομάζεται ἡ μητέρα του Μαριὰμ καὶ οἱ ἀδελφοί του Ἰάκωβος, Ἰωσῆς, Σίμων καὶ Ἰούδας; Καὶ οἱ ἀδελφές του δὲν εἶναι ὅλες μαζί μας; Ἀπὸ ποῦ λοιπὸν τοῦ ἦλθαν ὅλα αὐτά;». Καὶ δυσπιστοῦσαν εἰς αὐτόν. Ὁ δὲ Ἰησοῦς τοῦς εἶπε, «Δὲν ὑπάρχει προφήτης περιφρονημένος παρὰ εἰς τὴν πατρίδα του καὶ εἰς τὸ σπίτι του».
Καὶ δὲν ἔκανε ἐκεῖ πολλὰ θαύματα ἐξ εἰτίας τῆς ἀπιστίας των.