Τῷ καιρῷ ἐκείνῳ, ἐνέβη ὁ Ἰησοῦς εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπε πρὸς αὐτούς· διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης· καὶ ἀνήχθησαν.
Πλεόντων δὲ αὐτῶν ἀφύπνωσε. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον. Προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα. Ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
Εἶπε δὲ αὐτοῖς· ποῦ ἐστιν ἡ πίστις ὑμῶν; Φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
Ἀπόδοση στη νεοελληνική:
Τον καιρό εκείνο, ἐμπῆκε ὁ Ἰησοῦς εἰς ἕνα πλοιάριον μαζὶ μὲ τοὺς μαθητάς του καὶ τοὺς εἶπε, «Ἂς περάσωμεν εἰς τὴν ἀντίπεραν ὄχθην τῆς λίμνης», καὶ ἔπλευσαν εἰς τὰ ἀνοικτά.
Ἐνῷ δὲ ἔπλεαν, αὐτὸς ἐκοιμήθηκε. Καὶ ἐνέσκηψε ἀνεμοθύελλα εἰς τὴν λίμνην καὶ ἐγέμισαν ἀπὸ νερὰ καὶ ἐκινδύνευαν. Τότε ἦλθαν καὶ τὸν ἐξύπνησαν καὶ τοῦ ἐφώναζαν, «Διδάσκαλε, διδάσκαλε, χανόμαστε». Ὅταν αὐτὸς ἐξύπνησε, ἐπέπληξε τὸν ἄνεμον καὶ τὰ κύματα καὶ ἔπαυσαν καὶ ἔγινε γαλήνη.
Τότε τοὺς εἶπε, «Ποῦ εἶναι ἡ πίστις σας;». Κατελήφθησαν δὲ ἀπὸ φόβον καὶ ἐθαύμασαν καὶ ἔλεγαν μεταξύ τους, «Ποιὸς ἄραγε εἶναι αὐτός, ἀφοῦ καὶ τοὺς ἀνέμους καὶ τὰ κύματα διατάσσει καὶ τὸν ὑπακούουν;».