Artboard-66
Slide background
Slide background

Εν ταῖς ἡμέραις ἐκεῖναις, κρατοῦντος τοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι.

Ἰδὼν δὲ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;

Ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε αὐτὸν κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.

Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι᾿ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.

Ἀπόδοση στη νεοελληνική:

Ἐνῷ δὲ ὁ θεραπευθεὶς χωλὸς ἐκρατοῦσε τὸν Πέτρον καὶ τὸν Ἰωάννην, ὅλος ὁ λαὸς ἔτρεξε κατάπληκτος πρὸς αὐτοὺς εἰς τὴν στοὰν ποὺ ἐκαλεῖτο τοῦ Σολομῶντος.

Ὅταν εἶδε αὐτὸ ὁ Πέτρος, εἶπε εἰς τὸν λαόν, «Ἄνδρες Ἰσραηλῖται, γιατὶ ἐκπλήττεσθε γι’ αὐτό; Γιατὶ ἔχετε προσηλωμένον τὸ βλέμμα σας σ’ ἐμᾶς σὰν νὰ τὸν εἴχαμε κᾶνει νὰ περπατῇ μὲ δική μας δύναμι ἢ εὐσέβεια;

Ὁ Θεὸς τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων σας, ἐδόξασεν τὸν δοῦλόν του Ἰησοῦν, τὸν ὁποῖον σεῖς παρεδώσατε καὶ τὸν ἀρνηθήκατε ἐνώπιον τοῦ Πιλάτου, ὅταν αὐτὸς εἶχε ἀποφασίσει νὰ τὸν ἀπολύσῃ. Ἀρνηθήκατε τὸν Ἅγιον καὶ Δίκαιον καὶ ἐζητήσατε νὰ σᾶς χαρισθῇ ἕνας ἄνδρας φονηᾶς, τὸν δὲ Ἀρχηγὸν τῆς ζωῆς ἐσκοτώσατε, ἀλλ’ ὁ Θεὸς τὸν ἀνέστησε ἐκ νεκρῶν· τοῦ γεγονότος ἐκείνου ἐμεῖς ἤμεθα μάρτυρες.

Καὶ τὸ ὄνομα τοῦ Ἰησοῦ, διὰ τῆς πίστεως εἰς αὐτό, ἐστερέωσε τοῦτον τὸν ὁποῖον βλέπετε καὶ ξέρετε, καὶ ἡ πίστις, ποὺ ἐνεργεῖται δι’ αὐτοῦ, τοῦ ἔδωκε τὴν πλήρην αὐτὴν ὑγείαν ἐνώπιον ὅλων σας.

© Copyright 2023 Αρχιμανδρίτης Ιάκωβος Κανάκης Back To Top