Ἀδελφοί, βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, προσέχετε μήπως σᾶς παρασύρῃ κανεὶς μὲ τὴν φιλοσοφίαν καὶ μὲ κούφια ἀπατηλὰ πράγματα, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ ὄχι κατὰ Χριστόν, διότι εἰς αὐτὸν κατοικεῖ ὁλόκληρον τὸ πλήρωμα τῆς Θεότητος ἐν σωματικῇ μορφῇ. Καὶ ἐν αὐτῷ εἶσθε πλήρεις· αὐτὸς εἶναι ἡ κεφαλὴ κἀθε ἀρχῆς καὶ ἐξουσίας. Ἐν αὐτῷ ἐπίσης ἔχετε περιτμηθῆ, ὄχι μὲ περιτομὴν καμωμένην μὲ χέρια ἀνθρώπου, ἀλλὰ διὰ τῆς ἀποβολῆς τοῦ σαρκίνου σώματος, δηλαδὴ μὲ τὴν περιτομὴν τοῦ Χριστοῦ, καὶ ἐνταφιασθήκατε μαζί του κατὰ τὸ βάπτισμα, κατὰ τὸ ὁποῖον καὶ ἀναστηθήκατε μαζί του διὰ τῆς πίστεως εἰς δύναμιν τοῦ Θεοῦ, ὁ ὁποῖος τὸν ἀνέστησε ἀπὸ τοὺς νεκρούς.