Ἀδελφοί, δοκῶ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.
Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ.
Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, μοῦ φαίνεται ὅτι ὁ Θεὸς ἄφησε ἐμᾶς τοὺς ἀποστόλους νὰ ἐμφανισθοῦμε τελευταῖοι, σὰν καταδικασμένοι εἰς θάνατον, διότι ἐγίναμε θέαμα εἰς τὸν κόσμον, εἰς τοὺς ἀγγέλους καὶ εἰς τοὺς ἀνθρώπους. Ἐμεῖς θεωρούμεθα μωροὶ χάριν τοῦ Χριστοῦ, σεῖς φρόνιμοι ἐν Χριστῷ· ἐμεῖς ἀδύνατοι, σεῖς δυνατοί· σεῖς ἔνδοξοι, ἐμεῖς ἄσημοι. Ἕως αὐτὴν τὴν στιγμὴν καὶ πεινᾶμε καὶ διψᾶμε, εἴμεθα κακοντυμένοι, δεχόμεθα ραπίσματα, διάγομεν βίον πλανόδιον, κοπιάζομεν ἐργαζόμενοι μὲ τὰ ἴδια μας τὰ χέρια. Ὅταν μᾶς βρίζουν, εὐλογοῦμεν, ὅταν μᾶς διώκουν, δείχνομεν ἀνοχήν· ὅταν μᾶς συκοφαντοῦν, μιλᾶμε εὐγενικά. Ἐγίναμε σὰν σκουπίδια τοῦ κόσμου· κάθαρμα ὅλων ἕως τὴν στιγμὴν αὐτήν.
Δὲν γράφω αὐτὰ διὰ νὰ σᾶς ντροπιάσω, ἀλλὰ διὰ νὰ σᾶς συμβουλεύσω σὰν παιδιά μου ἀγαπητά.
Διότι ἂν καὶ μπορῇ νὰ ἔχετε χιλιάδες παιδαγωγοὺς ἐν Χριστῷ, δὲν ἔχετε πολλοὺς πατέρας, διότι ἐγὼ σᾶς ἐγέννησα ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου. Σᾶς παρακαλῶ λοιπὸν νὰ γίνεσθε μιμηταί μου.