Artboard-66
Slide background
Slide background

Ἀδελφοί, χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε.
Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ Κύριος ἐγγύς. Μηδὲν μεριμνᾶτε, ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν. Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν.

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, χαίρετε ἐν Κυρίῳ, πάντοτε. Ἐπαναλαμβάνω, χαίρετε.
Ἡ ἐπιείκειά σας ἂς γίνῃ γνωστὴ εἰς ὅλους τοὺς ἀνθρώπους. Ὁ Κύριος εἶναι πλησίον. Μὴ μεριμνᾶτε γιὰ τίποτε, ἀλλὰ γιὰ κάθε τι ἂς γίνωνται γνωστὰ τὰ αἰτήματά σας εἰς τὸν Θεὸν διὰ προσευχῆς καὶ δεήσεως μὲ εὐχαριστίαν. Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, ποὺ ξεπερνᾶ κάθε σκέψιν, θὰ φρουρήσῃ τὶς καρδιές σας καὶ τὶς σκέψεις σας ἐν Χριστῷ Ἰησοῦ. Τέλος, ἀδελφοί, ὅσα εἶναι ἀληθινά, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἀγνά, ὅσα ἀγαπητά, ὅσα ἔχουν καλὴν φήμην, οἱαδήποτε ἀρετὴ ἢ οἱοσδήποτε ἔπαινος, αὐτὰ νὰ σκέπτεσθε. Αὐτὰ ποὺ ἐμάθατε καὶ παραλάβατε καὶ ἀκούσατε καὶ εἴδατε σ’ ἐμέ, αὐτὰ νὰ κάνετε καὶ ὁ Θεὸς τῆς εἰρήνης θὰ εἶναι μαζί σας.

Image
© Copyright 2023 Αρχιμανδρίτης Ιάκωβος Κανάκης Back To Top