Κεφάλαιο 1

ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν ᾿Ιησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ ᾿Ισραὴλ διὰ τοῦ Κυρίου λέγοντες· τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς; 2 καὶ εἶπε Κύριος· ᾿Ιούδας ἀναβήσεται. ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ. 3 καὶ εἶπεν ᾿Ιούδας τῷ Συμεὼν ἀδελφῷ αὐτοῦ· ἀνάβηθι μετ᾿ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους, καὶ πορεύσομαι κἀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ᾿ αὐτοῦ Συμεών. 4 καὶ ἀνέβη ᾿Ιούδας, καὶ παρέδωκε Κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν.

Διαβάστε περισσότερα: ΚΡΙΤΑΙ

Κεφάλαιο 1

ΚΑΙ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ, καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βηθλεὲμ τῆς ᾿Ιούδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωάβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ δύο υἱοὶ αὐτοῦ. 2 καὶ ὄνομα τῷ ἀνδρὶ ᾿Ελιμέλεχ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νεωμίν, καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλὼν καὶ Χελαιών, ᾿Εφραθαῖοι ἐκ Βηθλεὲμ τῆς ᾿Ιούδα· καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωὰβ καὶ ἦσαν ἐκεῖ. 3 και ἀπέθανεν ᾿Ελιμέλεχ ὁ ἀνὴρ τῆς Νεωμίν, καὶ κατελείφθη αὕτη καὶ οἱ δύο υἱοὶ αὐτῆς. 4 καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβίτιδας, ὄνομα τῇ μιᾷ ᾿Ορφά, καὶ ὄνομα τῇ δευτέρᾳ Ρούθ·

Διαβάστε περισσότερα: ΡΟΥΘ

Κεφάλαιο 1

ΑΝΘΡΩΠΟΣ ἦν ἐξ ᾿Αρμαθαὶμ Σιφά, ἐξ ὄρους ᾿Εφραίμ, καὶ ὄνομα αὐτῷ ῾Ελκανὰ υἱὸς ῾Ιερεμεὴλ υἱοῦ ᾿Ηλιοὺ υἱοῦ Θοκὲ ἐν Νασὶβ ᾿Εφραίμ. 2 καὶ τούτῳ δύο γυναῖκες· ὄνομα τῇ μιᾷ ῎Αννα,καὶ ὄνομα τῇ δευτέρᾳ Φεννάνα· καὶ ἦν τῇ Φεννάνᾳ παιδία, καὶ τῇ ῎Αννᾳ οὐκ ἦν παιδίον. 3 καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ ᾿Αρμαθαὶμ προσκυνεῖν καὶ θύειν Κυρίῳ τῷ Θεῷ Σαβαὼθ εἰς Σηλώ· καὶ ἐκεῖ ῾Ηλὶ καὶ οἱ δύο υἱοὶ αὐτοῦ ᾿Οφνὶ καὶ Φινεὲς ἱερεῖς τοῦ Κυρίου. 4 καὶ ἐγενήθη ἡμέρα καὶ ἔθυσεν ῾Ελκανὰ καὶ ἔδωκε τῇ Φεννάνᾳ, γυναικὶ αὐτοῦ, καὶ τοῖς υἱοῖς αὐτῆς μερίδας·

Διαβάστε περισσότερα: ΒΑΣΙΛΕΙΩΝ Α΄

Κεφάλαιο 1

ΚΑΙ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὺλ καὶ Δαυὶδ ἀνέστρεψε τύπτων τὸν ᾿Αμαλήκ, καὶ ἐκάθισε Δαυὶδ ἐν Σεκελὰκ ἡμέρας δύο. 2 καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαούλ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυὶδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. 3 καὶ εἶπεν αὐτῷ Δαυίδ· πόθεν σὺ παραγίνῃ; καὶ εἶπε πρὸς αὐτόν· ἐκ τῆς παρεμβολῆς ᾿Ισραὴλ ἐγὼ διασέσωσμαι. 4 καὶ εἶπεν αὐτῷ Δαυίδ· τίς ὁ λόγος οὗτος; ἀπάγγειλόν μοι.

Διαβάστε περισσότερα: ΒΑΣΙΛΕΙΩΝ Β΄

Κεφάλαιο 1

ΚΑΙ ὁ βασιλεὺς Δαυὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο. 2 καὶ εἶπον οἱ παῖδες αὐτοῦ· ζητησάτωσαν τῷ βασιλεῖ παρθένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσαν καὶ κοιμηθήσεται μετ᾿ αὐτοῦ καὶ θερμανθήσεται ὁ κύριός μου ὁ βασιλεύς. 3 καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου ᾿Ισραὴλ καὶ εὗρον τὴν ᾿Αβισὰγ τὴν Σωμανῖτιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα. 4 καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα· καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν.

Διαβάστε περισσότερα: ΒΑΣΙΛΕΙΩΝ Γ΄

Κεφάλαιο 1

ΚΑΙ ἠθέτησε Μωὰβ ἐν ᾿Ισραὴλ μετὰ τὸ ἀποθανεῖν ᾿Αχαάβ. 2 καὶ ἔπεσεν ᾿Οχοζίας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ καὶ ἠρρώστησε. καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπε πρὸς αὐτούς· δεῦτε καὶ ἐπιζητήσατε ἐν τῷ Βάαλ μυῖαν θεὸν ᾿Ακκαρών, εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης· καὶ ἐπορεύθησαν ἐπερωτῆσαι δι᾿ αὐτοῦ. 3 καὶ ἄγγελος Κυρίου ἐκάλεσεν ᾿Ηλιοὺ τὸν Θεσβίτην λέγων· ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων ᾿Οχοζίου βασιλέως Σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς· εἰ παρὰ τὸ μὴ εἶναι Θεὸν ἐν ᾿Ισραὴλ ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν ᾿Ακκαρών;

Διαβάστε περισσότερα: ΒΑΣΙΛΕΙΩΝ Δ΄

Κεφάλαιο 1

ΑΔΑΜ, Σήθ, ᾿Ενώς, 2 Καϊνᾶν, Μαλελεήλ, ᾿Ιάρεδ, 3 ᾿Ενώχ, Μαθουσάλα, Λάμεχ, 4 Νῶε. υἱοὶ Νῶε· Σήμ, Χάμ, ᾿Ιάφεθ. 5 υἱοὶ ᾿Ιάφεθ· Γαμέρ, Μαγώγ, Μαδαΐμ, ᾿Ιωϋάν, ῾Ελισά, Θοβέλ, Μοσὸχ καὶ Θίρας. 6 καὶ οἱ υἱοὶ Γαμέρ· ᾿Ασχανὰζ καὶ Ριφὰθ καὶ Θοργαμά. 7 καὶ οἱ υἱοὶ ᾿Ιωϋάν· ῾Ελισὰ καὶ Θαρσίς, Κίτιοι καὶ Ρόδιοι. 8 καὶ οἱ υἱοὶ Χάμ· Χοὺς καὶ Μεσραΐμ, Φούδ, καὶ Χαναάν. 9 καὶ υἱοὶ Χούς· Σαβὰ καὶ Εὐιλὰ καὶ Σαβαθὰ καὶ Ρεγμά, καὶ Σεβεθαχά. καὶ υἱοὶ Ρεγμά· Σαβὰ καὶ Δαδάν. 10 καὶ Χοὺς ἐγέννησε τὸν Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας κυνηγὸς ἐπὶ τῆς γῆς.* 17 υἱοὶ Σήμ· Αἰλὰμ καὶ ᾿Ασσοὺδ καὶ ᾿Αρφαξάδ.**

Διαβάστε περισσότερα: ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α΄

ΒΙΝΤΕΟ